VI B 86

SOCRATIC. EPIST. XXVII (Φαῖδρος Πλάτωνι):
(1) γράφεις μοι ὡς λυπεῖν με μὴ θέλων ἀπεκρύψω, ὅτι μέλλεις ἄρα ποῤῥωτέρω ἀποδημεῖν, καὶ αὐτὸς δὲ ἄρχομαι ποθεῖν σε νὴ τὸν Δία τὸν Ὀλύμπιον. ἀλλὰ πρὸς Διὸς φιλίου τε καὶ ἑταιρείου, ὦ Πλάτων, καὶ τοῦ εἴτε κατὰ γῆν ἐν εὐσεβῶν χώρῳ ὄντος εἴτε κατὰ ἄστρα, ὅπερ καὶ μάλα πείθομαι, Σωκράτους, μὴ περιίδῃς ἡμᾶς ἀπαιδεύτους εἰς τέλεον γενομένους, ἀλλ' ἵνα, ἥντινα προκοπὴν ἔσχομεν ἐπ' ἐκείνου τοῦ δαιμονίου ἀνθρώπου, ταύτην σὺ σώσῃς καὶ ἐπί τι ἀγάγῃς τέλος. (2) ἐμοὶ γὰρ ἥδιον φιλοσοφίας οὐδὲν καὶ τῶν ἐν φιλοσοφίᾳ λόγων˙ ἐτιθηνήθην γὰρ ἐκ νέου ἔτι πάλαι Σωκρατικοῖς ὡς ἄν τις εἴποι βαυκαλήμασιν ἐν παντὶ ἁρμοδίῳ καὶ ἱερῷ τόπῳ, τοῦτο μὲν ἐν τῇ ἀκαδημίᾳ, τοῦτο δὲ Λυκείῳ τε καὶ Ἰλισσῷ ὑπὸ τῇ θείᾳ πλατάνῳ ἱσταμένης μεσημβρίας, ἵνα Λυσίας ὁ Κεφάλου τὰ περὶ ἔρωτος διωρθοῦτο. ἐν οὖν τοῖς πιστοῖς χωρίοις περιάγων τε καὶ περιαγόμενος ἀρετῆς τῆς ἀφ' ὑμῶν ἐπιμπλάμην καὶ ἦν ἐπίφθονος Ἀλκιβιάδῃ τε τῷ Κλεινίου καί τισιν ἄλλοις τῶν νέων, οἳ μᾶλλον ἐβούλοντό μου προεδρίας ἀξιοῦσθαι παρ' ὑμῖν τοῖς σοφοῖς, καὶ οὐδέποτέ με καταπροέδοτε τῷ ὄντι ἐμπλήσαντες φιλοσοφίᾳ <ἧς> ἐδίψων εἰς τὸ πάμπαν.