I B 51

I B 51 ARISTOX. fr. 60 Wehrli [ = SCHOL. in Plat. apol. 18 B]:
οὗτος ὁ Ἄνυτος Ἀνθεμίωνος ἦν υἱός, Ἀθηναῖος γένος, Ἀλκιβιάδου ἐραστής, πλούσιος ἐκ βυρσοδεψικῆς. ὅθεν καὶ σκωπτόμενος ὑπὸ Σωκράτους διὰ τοῦτο [.....] ἔπεισε μισθῷ Μέλητον ἀσεβείας γραφὴν δοῦναι κατὰ Σωκράτους. μέμνηται Λυσίας ἐν Σωκράτους ἀπολογίᾳ καὶ Ξενοφῶν ὁμοίως καὶ Ἀριστόξενος ἐν τῷ Σωκράτους βίῳ.