I B 45

ARISTOX. fr. 54b Wehrli [ = THEODORET. graec. aff. cur. XII 61-65]:
καὶ ὁ Πορφύριος δὲ τὴν φιλόσοφον ἱστορίαν [fr. XII pp. 11-12 Nauck] συγγράψας πρῶτον μὲν αὐτὸν [scil. Σωκράτην] ἀκρόχολον καὶ εὐόργητον εἴρηκε γεγενῆσθαι, Ἀριστοξένῳ μάρτυρι κεχρημένος τὸν Σωκράτους βίον ξυγγεγραφότι. ἔφη γὰρ μηδενὶ ἑτέρῳ ἐντετυχηκέναι πιθανωτέρῳ ἐκείνου. τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος, καὶ πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις τὴν τοῦ εἴδους ἰδιότητα. γίνεσθαι δὲ τοῦτο, ὅτε μὴ ὀργίζοιτο. ὅτε δὲ ληφθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην. οὐδενὸς γὰρ οὔτε ὀνόματος ἀπέχεσθαι οὔτε πράγματος. καὶ ἄλλα δὲ τοιαῦτα διεξελθὼν δείκνυσιν αὐτὸν καὶ ταῖς ἡδυπαθείαις δεδουλωμένον. λέγει δὲ οὕτως˙ "πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφοδρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι. ἢ γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι μόναις. δύο δὲ σχεῖν γυναῖκας ἅμα, Ξανθίππην μὲν πολῖτιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου θυγατριδῆν τοῦ Λυσιμάχου. καὶ τὴν μὲν Ξανθίππην προσπλακεῖσαν λαβεῖν, ἐξ ἧς ὁ Λαμπροκλῆς ἐγένετο, τὴν δὲ Μυρτὼ γαμηθεῖσαν, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος. αὗται δὲ ξυνάπτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὰν παύσαιντο, ἐπὶ τὸν Σωκράτην ὥρμων, διὰ τὸ μηδέποτε αὐτὰς μαχομένας διακωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα. εἶναι δέ φησιν αὐτὸν ἐν ταῖς ὁμιλίαις ἐνίοτε φιλαπεχθήμονα καὶ λοίδορον καὶ ὑβριστικόν."