I B 44

I B 44 ARISTOX. fr. 54a Wehrli [ = CYRILL. contr. Iulian. VI 185 B]:
[1] φέρε γὰρ ἴδωμεν καὶ πρό γε τῶν ἄλλων ὁποῖος ἦν ὁ διαβόητος παρ' αὐτοῖς Σωκράτης, κτλ. [.....] οὐ μὴν ἔτι καὶ τοῖς Πορφυρίου γράμμασιν [fr. X pp. 8-9 Nauck] ἀντερεῖ ὃς τὸν ἑκάστου τῶν ἀρχαιοτέρων ἀπεσημήνατο βίον, κτλ. [.....] ἔφη τοίνυν ὡδὶ περὶ αὐτοῦ˙ "λέγει δὲ ὁ Ἀριστόξενος, ἀφηγούμενος τὸν βίον τοῦ Σωκράτους, ἀκηκοέναι Σπινθάρου τὰ περὶ αὐτοῦ, ὃς ἦν εἷς τῶν τούτῳ ἐντυχόντων. τοῦτον λέγειν, ὅτι οὐ πολλοῖς αὐτός γε πιθανωτέροις ἐντετυχηκὼς εἴη, τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος, καὶ πρὸς πᾶσι δὲ τοῖς εἰρημένοις τὴν τοῦ εἴδους ἰδιότητα. γίνεσθαι δέ που τοῦτο, ὅτε μὴ ὀργίζοιτο, ὅτε δὲ φλεχθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην. οὐδενὸς γὰρ οὔτε ὀνόματος [12] ἀποσχέσθαι οὔτε πράγματος." [cf. THEODORET. graec. aff. cur. XII 59] ibid. VI 186 A: γέγραφε γὰρ ὡδὶ πάλιν περὶ αὐτοῦ Πορφύριος˙ "ἐν δὲ τοῖς περὶ τὸν βίον τὰ μὲν ἄλλα εὔκολον, καὶ μικρᾶς δεόμενον παρασκευῆς εἰς τὰ καθ' ἡμέραν γεγενῆσθαι. πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφοδρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι. ἢ γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι [17] μόναις. δύο δὲ σχεῖν γυναῖκας ἅμα, Ξανθίππην μὲν πολῖτιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου θυγατριδῆν τοῦ Λυσιμάχου. καὶ τὴν μὲν Ξανθίππην περιπλακεῖσαν λαβεῖν, ἐξ ἧς ἑαυτῷ Λαμπροκλῆς ἐγένετο. τὴν δὲ [20] Μυρτὼ γάμῳ, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος."