VI B 42

DIOG. LAERT. II 121:
Κρίτων Ἀθηναῖος˙ οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ ὥστε μηδέποτ' ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δ' οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους˙
Ὅτι οὐκ ἐκ τοῦ μαθεῖν οἱ ἀγαθοί,
Περὶ τοῦ πλέον ἔχειν,
Τί τὸ ἐπιτήδειον ἢ Πολιτικός,
Περὶ τοῦ καλοῦ,
Περὶ τοῦ κακουργεῖν,
Περὶ εὐθημοσύνης,
Περὶ νόμου,
Περὶ τοῦ θείου,
Περὶ τεχνῶν, Περὶ συνουσίας,
Περὶ σοφίας,
Πρωταγόρας ἢ Πολιτικός,
Περὶ γραμμάτων,
Περὶ ποιητικῆς, [περὶ τοῦ καλοῦ,]
Περὶ τοῦ μαθεῖν,
Περὶ τοῦ γνῶναι ἢ Περὶ ἐπιστήμης,
Τί τὸ ἐπίστασθαι.