I B 39

ARISTOT. eth. nicom. Η 2. 1145 b 21-27 et 31-34 et 3. 1147 b 14-17:
ἀπορήσειε δ' ἄν τις πῶς ὑπολαμβάνων ὀρθῶς ἀκρατεύεταί τις. ἐπιστάμενον [μὲν] οὖν οὔ φασίν τινες οἷόν τε εἶναι˙ δεινὸν γὰρ ἐπιστήμης ἐνούσης, ὡς ᾤετο Σωκράτης, ἄλλο τι κρατεῖν καὶ περιέλκειν αὐτὴν ὥσπερ ἀνδράποδον. Σωκράτης μὲν γὰρ ὅλως ἐμάχετο πρὸς τὸν λόγον ὡς οὐκ οὔσης ἀκρασίας˙ οὐθένα γὰρ ὑπολαμβάνοντα πράττειν παρὰ τὸ βέλτιστον, ἀλλὰ δι' ἄγνοιαν [.....] εἰσὶν δέ τινες οἳ τὰ μὲν συγχωροῦσι τὰ δ' οὔ. τὸ μὲν γὰρ ἐπιστήμης μηθὲν εἶναι κρεῖττον ὁμολογοῦσιν, τὸ δὲ μηθένα πράττειν παρὰ τὸ δόξαν βέλτιον οὐχ ὁμολογοῦσιν [.....] καὶ ἔοικεν ὃ ἐζήτει Σωκράτης συμβαίνειν˙ οὐ γὰρ τῆς κυρίως ἐπιστήμης εἶναι δοκούσης παρούσης γίνεται τὸ πάθος, οὐδὲ αὕτη περιέλκεται διὰ τὸ πάθος, ἀλλὰ τῆς αἰσθητικῆς.
ANONYM. in Aristot. eth. nicom. p. 411, 25-41:
εἶτα ἐπαπορεῖ καὶ πρὸς τὰς δόξας, καί φησιν. ὅτι εἰ ὁ ἀκρατής ἐστιν ὃς γινώσκει, ὅτι κακόν ἐστι τὸ μοιχεύειν καὶ ἔχει τὸν λόγον ἐρρωμένον, ἡττᾶται δὲ ὑπὸ τῆς ἐπιθυμίας καὶ μοιχεύει, 〈ἀπορήσει τις πῶς ὁ ἀκρατὴς ὑπολαμβάνων ὀρθῶς, ἤτοι γινώσκων ἀκριβῶς, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἀκρατεύεται καὶ ἡττᾶται ὑπὸ τοῦ πάθους καὶ μοιχεύει.〉 οὐ γάρ φασιν οἷόν τε εἶναι καὶ δυνατὸν τὸν ἔχοντα ἐπιστήμην τοῦ πράγματος παρασφαλῆναί ποτε. δεινὸν γὰρ ᾤετο ὁ Σωκράτης τὸ ἔνθα πάρεστιν ἐπιστήμη, ἐκεῖ ἄλλο τι κρατεῖν καὶ ἕλκειν τὸν λόγον ὥσπερ ἀνδράποδον. εἰ οὖν καὶ ὁ ἀκρατὴς ἐπιστήμην ἔχει τοῦ κακοῦ, ὅτι κακόν ἐστι, πῶς ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας καὶ περιέλκεται, ὡς ἀνδράποδον; ὁ Σωκράτης μὲν ἐμάχετο πρὸς τὸν λόγον τὸν ἀληθῆ, ὅτι ἀκρασία οὐκ ἔστι, καὶ ταῦτα φανεροῦ ὄντος ὅτι ἔστιν ἀκρασία. ἔλεγε γὰρ ὁ Σωκράτης ἀδύνατον εἶναί τινα ὑπολαμβάνοντα, ἤτοι δόξαν ἔχοντα καὶ γινώσκοντα βέλτιστον εἶναι τὸ μὴ μοιχεύειν, πράττειν παρὰ τὸ βέλτιστον, ἤτοι μοιχεύειν, ἀλλὰ τότε πράττει τις παρὰ τὸ βέλτιστον, ἤτοι τότε πράττει τὸ κακὸν δι' ἄγνοιαν, ἤτοι ὅταν τις ἀγνοῇ τόδε κακὸν εἶναι, γινώσκων δέ τις ὅτι τόδε κακόν ἐστιν, οὐκ ἄν ποτε τοῦτο δράσῃ. cf. ibid. p. 423, 3-5.