II F 31

II F 31 THEMIST. orat. II p. 30 B-C:
ὑμεῖς δὲ ἴσως ὑπολαμβάνετε, ἐὰν μέν τις ἄνω καὶ κάτω περὶ συλλογισμῶν διαλέγηται, καὶ οὔτιδας λόγους ἐξετάζειν οἷός τε ᾖ, καὶ τοὺς ἐγκεκαλυμμένους ἀποκαλύπτειν καὶ τινάς τε αὖ καταφάσκοντας καὶ ἀποφάσκοντας, ὥσπερ Φίλων ἢ Διόδωρος, ὧν τὰ λαμπρὰ ἀναθήματα, ὁ κυριεύων καὶ ὁ κερατίνης, σοφίσματα δυσμήχανα καὶ κακοῦργα καὶ ὧν χαλεπὴ μὲν ἡ ξύνεσις, ἀχρεῖος δὲ ἡ ἐπιστήμη, ὥσπερ ὁ ζυγόδεσμος τῆς Μίδου ἁμάξης, τοῦτον μὲν καὶ τὸν τοιοῦτον φιλοσοφεῖν, ἢ μᾶλλόν γε ὅστις ὑπὲρ ἀρετῆς θαμὰ διεξίοι καὶ θαρραλεότητος καὶ ἀνδρείας ἐπὶ σκιμποδίου καθήμενος καὶ πρὸς μειράκια τρία ἢ τέτταρα, οὐχ οἷός τε ὢν τοῦ δωματίου παρακῦψαι ὑπὸ ἀσθενείας; κτλ.