II F 30

II F 30 SEXT. EMP. adv. math. X 347:
ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως, ἐπὶ διαφέροντος δὲ ὑποδείγματος, λόγον συνηρώτηκε καὶ ὁ Κρόνος τοιοῦτον˙ εἰ φθείρεται τὸ τειχίον, ἤτοι ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, ἢ ὅτε διεστᾶσιν. οὔτε δὲ ὅτε ἅπτονται ἀλλήλων καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, οὔτε ὅτε διεστᾶσιν ἀπ' ἀλλήλων˙ οὐκ ἄρα φθείρεται τὸ τειχίον.