I B 30

ARISTOT. eth. nicom. Ζ 13. 1144 b 14-21 et 28-30:
ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο ἐστὶν εἴδη, δεινότης καὶ φρόνησις, οὕτως καὶ ἐπὶ τοῦ ἠθικοῦ δύο ἐστίν, τὸ μὲν ἀρετὴ φυσικὴ τὸ δ' ἡ κυρία, καὶ τούτων ἡ κυρία οὐ γίνεται ἄνευ φρονήσεως. διόπερ τινές φασιν πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι, καὶ Σωκράτης τῇ μὲν ὀρθῶς ἐζήτει τῇ δ' ἡμάρτανεν˙ ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι πάσας τὰς ἀρετάς, ἡμάρτανεν, ὅτι δ' οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγεν. [.....] Σωκράτης μὲν οὖν λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (ἐπιστήμας γὰρ εἶναι πάσας), ἡμεῖς δὲ μετὰ λόγου.
EUSTRAT. in Aristot. eth. nicom. p. 400, 30-401, 20:
καὶ τὸν παρὰ Πλάτωνα δὲ Σωκράτην εἰς μέσον ἄγει, ἐν τῇ Πολιτείᾳ φρονήσεις πάσας τὰς ἀρετὰς δοξάζοντά τε καὶ λέγοντα, ὃν καὶ ἐν μέρει μὲν ἐπαινεῖ, ἐν μέρει δὲ καθάπτεται τῶν παρ' αὐτοῦ λεγομένων. ὅτι μὲν γὰρ ἁπλῶς ἐκάλει φρονήσεις πάσας τὰς ἀρετάς, ἐπιμέμφεται αὐτῷ, ὅτι δὲ μὴ ἄνευ φρονήσεως αὐτὰς εἶναι ἔλεγεν, ἐπαινεῖ αὐτὸν ὡς καλῶς λέγοντα. ζητεῖν δὲ λέγει ὀρθῶς αὐτόν, ὀρθῶς οὐχὶ ἀποφαίνεσθαι, διότι μηδὲ ἁπλῶς τοὺς λόγους ἀποτεινόμενος ἔλεγεν, ἀλλὰ διαλογικῶς προσομιλῶν καὶ ζητητικῶς. οἶμαι δ' ὅτι οὐκ ἀπεικότως ὁ Σωκράτης φρονήσεις ἢ ἐπιστήμας ἐκάλει τὰς ἀρετάς, ἀλλ' ἐπεὶ κατὰ τὸν ὀρθὸν λόγον πάσαις αὐταῖς ἡ ἐνέργεια, καὶ οὗτος αὐτῶν ὁ προϊστάμενος ἐν ταῖς πράξεσι καὶ τὸ παθητικὸν τῆς ψυχῆς ἀνηρτημένον αὐτοῦ, τὴν μετ' ἀρετῆς διεξάγει βίωσιν, διὰ τοῦτο καὶ φρονήσεις καὶ ἐπιστήμας ταύτας ἁπάσας ὠνόμαζεν, ἐκ τοῦ κρείττονος τῆς ψυχῆς μορίου καὶ ὑπερέχοντος κοινῶς αὐταῖς τὴν κλῆσιν ταύτην τιθέμενος, ἐπεὶ καὶ ἐν τῷ ἀνθρώπῳ αἱ λογικαὶ πάρεισι δυνάμεις καὶ ἄλογοι, ἀλλ' οὐ λογικόν τε καὶ ἄλογον αὐτὸν ὀνομάζομεν ἀλλ' ἁπλῶς λογικὸν διὰ τὸ καὶ τὰς ἀλόγους ἐν αὐτῷ δυνάμεις λογικεύεσθαί πως τῷ πείθεσθαι λόγῳ καὶ οἰκειότερον εἶναι ἐκ τοῦ κρείττονος καὶ ἐπικρατοῦντος αὐτὸν ὀνομάζεσθαι. ἄλλως τε καὶ ἄλλως μὲν ἔχει πολιτικοῦ ἀνδρὸς ἀρετή, ἄλλως δὲ πολίτου. ἡ μὲν γὰρ μετ' ἐπιστήμης ἐστί, τί τέ ἐστιν εἰδότος τοῦ πολιτικοῦ ἑκάστη τῶν ἀρετῶν καὶ ποίου μορίου τῆς ψυχῆς καὶ πῶς κατορθοῦσθαι πέφυκε καὶ τί τὸ τέλος αὐτῶν καὶ ὅσα τοιαῦτα, ὃς ἑαυτῷ τε τὰς ἀρετὰς κατορθοῖ καὶ τοῖς ὑπ' αὐτὸν πολίταις. πολίτου δὲ ἀρετὴ ἐκ τοῦ πείθεσθαι τοῖς ἐμφανεστέροις καὶ τοῖς νόμοις ἕπεσθαι καὶ τοῖς σπουδαίως ἄρχουσι πέφυκε γίνεσθαι. ἐπεὶ οὖν κρειττόνως ἔχουσι καὶ τελειοτέρως αἱ ἀρεταὶ μετὰ τῆς προσηκούσης αὐταῖς ἐπιστήμης ἀποτελούμεναι. διὰ τοῦτο παρὰ τοῦ Σωκράτους καὶ ἐπιστῆμαι καὶ φρονήσεις κατωνομάσθησαν. cf. ibid. p. 402, 36-403,6.