II F 27

II F 27 ALEX. in Aristot. anal. prior. p. 183, 34-184, 10:
δύναται λέγειν καὶ περὶ τῶν Δυνατῶν, τοῦ τε, ὃ Διοδώρειον λέγεται, ὃ ἢ ἔστιν ἢ ἔσται˙ τὸ γὰρ ἢ ὂν ἢ ἐσόμενον πάντως δυνατὸν μόνον ἐκεῖνος ἐτίθετο. τὸ γὰρ ἐμὲ ἐν Κορίνθῳ γενέσθαι δυνατὸν κατ' αὐτόν, εἰ εἴην ἐν Κορίνθῳ, ἢ εἰ πάντως μέλλοιμι ἔσεσθαι˙ εἰ δὲ μὴ γενοίμην, οὐδὲ δυνατὸν ἦν˙ καὶ τὸ τὸ παιδίον γενέσθαι γραμματικὸν δυνατόν, εἰ πάντως ἔσοιτο. οὗ εἰς κατασκευὴν καὶ ὁ Κυριεύων ἠρώτηται λόγος [ὁ] ὑπὸ τοῦ Διοδώρου. ὁμοίως καὶ περὶ τοῦ κατὰ Φίλωνα˙ ἦν δὲ τοῦτο τὸ κατὰ ψιλὴν λεγόμενον τὴν ἐπιτηδειότητα τοῦ ὑποκειμένου, κἂν ὑπό τινος ἔξωθεν ἀναγκαίου ᾖ γενέσθαι κεκωλυμένον. οὕτως τὸ ἄχυρον τὸ ἐν τῇ ἀτόμῳ ἢ τὸ ἐν τῷ βυθῷ δυνατὸν ἔλεγε καυθῆναι ὂν ἐκεῖ, καίτοι κωλυόμενον ὑπὸ τῶν περιεχόντων αὐτὸ ἐξ ἀνάγκης.
SIMPLIC. in Aristot. categ. p. 195, 31-196, 24:
ἀποροῦσι δὲ καὶ ἄλλας ἀπορίας οἰκείας τῷ περὶ δυνατῶν λεγομένῳ σκέμματι καὶ ἐξ ἐκείνου δυναμένας διακρίνεσθαι. "πῶς γὰρ δή, φασίν, τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν κρινοῦμεν; πότερον τῇ ἐπιτηδειότητι μόνῃ, ὥσπερ Φίλων ἔλεγεν, κἂν μήτε ᾖ μήτε μέλλῃ γίνεσθαι αὐτοῦ ἐπιστήμη, ὥσπερ τὸ ἐν τῷ Ἀτλαντικῷ πελάγει ξύλον καυστόν ἐστιν ὅσον ἐφ' ἑαυτῷ καὶ κατὰ τὴν ἑαυτοῦ φύσιν; ἢ ἄρα τῇ ἀκωλύτῳ ἐπιτηδειότητι κριτέον τὰ τοιαῦτα, καθ' ὅσον πέφυκεν ὑποπίπτειν ἐπιστήμῃ καὶ αἰσθήσει καθ' ἑαυτὰ μηδενὸς φανεροῦ κωλύματος ἐνισταμένου; ἢ τούτων μὲν οὐδέτερον, τὸ δὲ ἐπιστητὸν λέγεται, ὅταν ἐπιστήμη αὐτοῦ ᾖ ἢ μέλλῃ ἔσεσθαι καὶ μέλλῃ τῇ ἐκβάσει κρίνεσθαι τὸ δυνατόν;" [. . . . . . . .] καὶ ὅτι μὴ ὄντος ἐπιστητοῦ οὐκ ἔστιν ἐπιστήμη, συγχωρεῖται˙ ἀπὸ γὰρ τοῦ ἐπιστητοῦ γίνεται καὶ ἡ περὶ αὐτοῦ ἐνέργεια˙ ὅτι δὲ μὴ οὔσης ἐπιστήμης δυνατὸν εἶναι τὸ ἐπιστητόν, οἱ μὲν κατὰ τὴν ἐπιτηδειότητα μόνην κρίνοντες τὸ δυνατὸν συγχωροῦσιν (ἔχει γὰρ τὴν οἰκείαν φύσιν πρὸς τὸ γινώσκεσθαι), οἱ δὲ τῇ ἐκβάσει δοκιμάζοντες οὐ συγχωροῦσιν, ἐὰν μὴ πάντως μέλλῃ εἰς ἔργον ἐναργὲς προχωρήσειν. ὅρα οὖν ὅπως ἄτοπον πάσχουσιν οἱ κρίνοντες μὲν τὸ δυνατὸν κατὰ τὸν αὐτὸν τοῖς ἀρχαίοις τρόπον, κατὰ τὴν ὁποιανοῦν ἐπιτηδειότητα, ὥσπερ ὁ Φίλων, ἀποροῦντες δὲ πρὸς αὐτὸν νῦν κατὰ τὴν Διοδώρου ἔννοιαν † ταύτῃ τῇ ἐκβάσει τὸ δυνατὸν κρίνοντος καὶ ὡς ἔνστασιν πρὸς ταύτην κομίζοντες τὸ τὸ ἐπιστητὸν ὡς ἐπιστητὸν εἶναι μὴ οὔσης ἐπιστήμης.
PHILOPON. in Aristot. anal. pr. p. 169, 15-21:
τὸ δὲ καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατὸν προσέθηκεν, ἵνα σημάνῃ τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ ἐπ' ἴσης, τὸ ἐπ' ἔλαττον. Διόδωρος δὲ ἄλλα τινὰ τοῦ δυνατοῦ σημαινόμενα εἶναί φησι˙ φησὶ γὰρ δυνατὸν εἶναι ἢ τὸ ἐκβεβηκὸς ἤδη, ὅπερ φαμὲν ἡμεῖς ὑπάρχον, ἢ τὸ δυνάμενον ἐκβῆναι μήπω δὲ ἐκβεβηκός. ὁ δὲ Φίλων φησὶ δυνατὸν εἶναι ἢ τὸ ἐκβεβηκὸς ἢ τὸ δυνάμενον ἐκβῆναι μηδέποτε δὲ ἐκβαῖνον, ὥσπερ λέγομεν αἰσθητὸν εἶναι τὸ ἐν τῷ βυθῷ ὄστρακον.