II F 26

II F 26 PLUTARCH. de stoic. repugn. 46 p. 1055 D-F:
ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς εἱμαρμένης λόγον αὐτῷ [scil. Chrysippo: cf. fr. 202 S.V.F. II pp. 64-65] πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δυνατὰ πολλὰ τῶν μὴ καθ' εἱμαρμένην 〈ὥστ'ἢ τὴν〉 ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν ἁπάντων ἡ εἱμαρμένη δύναμιν ἀπόλλυσιν, ἢ ταύτης οἵαν ἀξιοῖ Χρύσιππος οὔσης τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται. καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον, πᾶν δὲ ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾧ γὰρ ἐν θαλάττῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἂν οἷόν τε τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; τί δέ; τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον;
PLUTARCH. de commun. notit. 24 p. 1070 C-D:
οἱ δ' ὥσπερ εἰς τὸν ψευδόμενον ἢ τὸν κυριεύοντα μετὰ τῆς διαλεκτικῆς ἐμβάλλοντες εἰς τὸν περὶ εὐδαιμονίας τόπον ἔλυσαν μὲν οὐδεμίαν ἀμφιβολίαν ἐν αὐτῷ μυρίας δ' ἐποίησαν.