I B 25

ARISTOT. metaph. Μ 9. 1086 a 37-b 5:
τὰ μὲν οὖν ἐν τοῖς αἰσθητοῖς καθ' ἕκαστα ῥεῖν ἐνόμιζον [scil. οἱ τὰς ἰδέας λέγοντες] καὶ μένειν οὐθὲν αὐτῶν, τὸ δὲ καθόλου παρὰ ταῦτα εἶναί τε καὶ ἕτερόν τι εἶναι. τοῦτο δ', ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἐκίνησε μὲν Σωκράτης διὰ τοὺς ὁρισμούς, οὐ μὴν ἐχώρισέ γε τῶν καθ' ἕκαστον˙ καὶ τοῦτο ὀρθῶς ἐνόησεν οὐ χωρίσας.
ALEX. in Aristot. metaph. p. 786, 15-33:
ἀλλὰ τὸ μὲν εἶναι καθόλου καὶ ἕτερον τῶν καθ' ἕκαστα ἐκίνησε μὲν καὶ εἰς φῶς ἤγαγεν ὁ Σωκράτης, ὡς πρότερον εἴρηται, διὰ τὸ ζητεῖν ὁρίζεσθαι. τοὺς ὁρισμοὺς δ' εἶναι τῶν καθόλου˙ οὐ μὴν ἐχώρισεν αὐτὸ ἀπὸ τῶν καθ' ἕκαστα. καὶ τοῦτο ὀρθῶς ἐνόησε μὴ χωρίσας, τουτέστι καὶ τὸ καθόλου μὲν εἰπεῖν καὶ ἕτερον ἑνὸς ἑκάστου τῶν καθ' ἕκαστα, μὴ χωρίσαι δὲ ἀπὸ τῶν καθ' ἕκαστα ὀρθῶς ἐνόησε. καὶ ὅτι, φησί, καλῶς ἔλεγε καθόλου λέγων, μὴ χωρίζων δὲ ἀπὸ τῶν καθ' ἕκαστα, δῆλον ἐξ αὐτοῦ τοῦ ἔργου καὶ τῆς ἀληθείας. ᾗ μὲν γὰρ ἄνευ τῶν καθόλου οὐκ ἔστιν ἐπιστήμη, ταύτῃ καλῶς λέγει ποιήσας τὸ καθόλου˙ ᾗ δὲ τοῖς χωρίζουσι τὸ καθόλου καὶ ἰδέαν ποιοῦσιν ἕπεται πάμπολλα τὰ δυσχερῆ, καὶ ταύτῃ κάλλιστα λέγει λέγων τὸ καθόλου ἀχώριστον. ὥστε δῆλός ἐστιν ὡς καὶ ἡ ἐπιστήμη ἐστὶ λέγειν καθόλου λέγων καὶ ὅτι τὰ ἑπόμενα τοῖς τὰς ἰδέας λέγουσι δυσχερῆ ἐκφεύγει μὴ χωρίζων, ὡς εἴρηται, τὰ καθόλου ἀπὸ τῶν αἰσθητῶν. οἱ δὲ περὶ Πλάτωνα, φησίν, ὥσπερ ἀναγκαῖον ὂν ὡς, εἴπερ εἰσὶν οὐσίαι τινὲς παρὰ τὰς αἰσθητὰς καὶ ῥεούσας, ἀνάγκη αὐτὰς χωριστὰς εἶναι καὶ καθ' αὑτάς, ἀλλ' οὐκ ἐν τοῖς αἰσθητοῖς, ἄλλας μὲν παρὰ τὰς ἃς ὁ Σωκράτης εἶπεν εἰπεῖν οὐκ εἶχον, ταύτας δὲ ἃς ὁ Σωκράτης ἔλεγέ τε καὶ οὐκ ἐχώριζεν ἐξέθεσαν, ἤτοι μερικὰς ἐποίησαν˙ τοιαύτη γὰρ ἡ ἔκθεσις.