II F 24

II F 24 EPICTET. dissert. II 19, 1-5:
ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται˙ κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ [τὸ] πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται, συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυεῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυνατόν, ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται. (2) λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται, καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ˙ οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, καθάπερ οἱ περὶ Κλεάνθην [fr. 489 S.V.F. I p. 109] φέρεσθαι δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος [fr. 30 S.V.F. III p. 248]. (3) οἱ δὲ [scil. Chrysippus: fr. 283 S.V.F. II p. 93] τἆλλα δύο, ὅτι δυνατόν τ' ἐστίν, ὃ οὔτ' ἔστιν ἀληθὲς οὔτ' ἔσται, καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν, δυνατῷ δ' ἀδύνατον ἀκολουθεῖ. (4) τὰ τρία δ' ἐκεῖνα τηρῆσαι ἀμήχανον διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην. (5) ἂν οὖν τίς μου πύθηται "σὺ δὲ ποῖα αὐτῶν τηρεῖς;" ἀποκρινοῦμαι πρὸς αὐτὸν ὅτι οὐκ οἶδα˙ παρείληφα δ' ἱστορίαν τοιαύτην, [18] ὅτι Διόδωρος μὲν ἐκεῖνα ἐτήρει, οἱ δὲ περὶ Πανθοίδην οἶμαι καὶ Κλεάνθην τὰ ἄλλα, οἱ δὲ περὶ Χρύσιππον τὰ ἄλλα.
EPICTET. dissert. II 19, 8-9:
κἀγὼ περὶ τοῦ Κυριεύοντος τί ἄλλο ἔχω ἀνωτέρω; ἀλλ' ἂν ὦ κενός, μάλιστα ἐπὶ συμποσίῳ καταπλήσσομαι τοὺς παρόντας ἐξαριθμούμενος τοὺς γεγραφότας. "γέγραφεν δὲ καὶ Χρύσιππος [fr. 283 S.V.F. II p. 93] θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν. καὶ Κλεάνθης [fr. 489 S.V.F. I p. 109] δ' ἰδίᾳ γέγραφεν περὶ τούτου καὶ Ἀρχέδημος [fr. 10 S.V.F. III p. 263]. γέγραφεν δὲ καὶ Ἀντίπατρος [fr. 29 S.V.F. III p. 248], οὐ μόνον δ' ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατ' ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος.
EPICTET. dissert. II 18, 17-18:
εὖ, Ἐπίκτητε, κομψὸν σοφισμάτιον ἔλυσας, πολλῷ κομψότερον τοῦ Κυριεύοντος. ἂν δὲ καὶ βουλομένου τοῦ γυναικαρίου καὶ νεύοντος καὶ προσπέμποντος, ἂν δὲ καὶ ἁπτομένου καὶ συνεγγίζοντος ἀπόσχωμαι καὶ νικήσω, τοῦτο μὲν ἤδη τὸ σόφισμα ὑπὲρ τὸν Ψευδόμενον, ὑπὲρ τὸν Ἡσυχάζοντα. ἐπὶ τούτῳ καὶ μέγα φρονεῖν ἄξιον, οὐκ ἐπὶ τῷ τὸν Κυριεύοντα ἐρωτῆσαι.