II F 22

II F 22 SEXT. EMP. adv. math. VIII 332-33:
ἵνα γὰρ μὴ πολλὰς ἐπιτρέχωμεν συνημμένου κρίσεις, λέγωμεν δ' αὐτόθεν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπ' ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, τὸ [δ'] "εἰ ἔστι κίνησις, ἔστι κενόν" κατὰ μὲν Ἐπίκουρον ἀρχόμενον ἀπ' ἀληθοῦς τοῦ "[εἰ] ἔστι κίνησις" καὶ λῆγον ἐπ' ἀληθὲς ἔσται ἀληθές [cf. fr. 212 Usener p. 193], κατὰ δὲ τοὺς Περιπατητικοὺς ἀρχόμενον ἀπ' ἀληθοῦς τοῦ " [εἰ] ἔστι κίνησις" καὶ λῆγον ἐπὶ ψεῦδος τὸ "ἔστι κενόν" ἔσται ψεῦδος, κατὰ δὲ Διόδωρον ἀρχόμενον ἀπὸ ψεύδους τοῦ "ἔστι κίνησις" καὶ λῆγον ἐπὶ ψεῦδος τὸ "ἔστι κενόν" αὐτὸ μὲν ἔσται ἀληθές, τὴν δὲ πρόσληψιν τὴν "ἔστι δέ γε κίνησις" ὡς ψευδῆ διελέγχει, κτλ.