II F 21

II F 21 SEXT. EMP. adv. math. VIII 265:
πάλιν παρακεχωρήσθω τὰ λεκτὰ φύσιν ἔχειν ἀσώματον. ἀλλ' ἐπεὶ τὸ σημεῖον ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖσθαί φασι, δεήσει προεπικεκρίσθαι τὸ ὑγιὲς συνημμένον καὶ προεξητάσθαι, εἴτε τὸ κατὰ Φίλωνά ἐστι τὸ τοιοῦτον εἴτε 〈τὸ〉 κατὰ Διόδωρον ἢ τὴν συνάρτησιν ἢ ἄλλως πως κρινόμενον˙ πολλῶν γὰρ καὶ περὶ τούτου διαστάσεων οὐσῶν οὐκ ἔνεστι λαβεῖν βεβαίως τὸ σημεῖον ἀνεπικρίτου τυγχανούσης τῆς διαφωνίας.