II F 20

II F 20 SEXT. EMP. adv. math. VIII 112-117:
κοινῶς μὲν γάρ φασιν ἅπαντες οἱ διαλεκτικοὶ ὑγιὲς εἶναι συνημμένον, ὅταν ἀκολουθῇ τῷ ἐν αὐτῷ ἡγουμένῳ τὸ ἐν αὐτῷ λῆγον˙ περὶ δὲ τοῦ πότε ἀκολουθεῖ καὶ πῶς στασιάζουσι πρὸς ἀλλήλους καὶ μαχόμενα τῆς ἀκολουθίας ἐκτίθενται κριτήρια. (113) οἷον ὁ μὲν Φίλων ἔλεγεν ἀληθὲς γίνεσθαι τὸ συνημμένον, ὅταν μὴ ἄρχηται ἀπ' ἀληθοῦς καὶ λήγῃ ἐπὶ ψεῦδος, ὥστε τριχῶς μὲν γίνεσθαι κατ' αὐτὸν ἀληθὲς συνημμένον, καθ' ἕνα δὲ τρόπον ψεῦδος. καὶ γὰρ ὅταν ἀπ' ἀληθοῦς ἀρχόμενον ἐπ' ἀληθὲς λήγῃ, ἀληθές ἐστιν, ὡς τὸ "εἰ ἡμέρα ἔστι, φῶς ἔστιν." καὶ ὅταν ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγῃ, πάλιν ἀληθές, οἷον τὸ "εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ." (114) ὡσαύτως δὲ καὶ τὸ ἀρχόμενον ἀπὸ ψεύδους, ἐπ' ἀληθὲς δὲ λῆγον ἐστὶν ἀληθές, ὡς τὸ "εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ." μόνως δὲ γίνεται ψεῦδος, ὅταν ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγῃ ἐπὶ ψεῦδος, ὁποῖόν ἐστι τὸ "εἰ ἡμέρα ἔστι, νὺξ ἔστιν." ἡμέρας γὰρ οὔσης τὸ μὲν "ἡμέρα ἔστιν" ἀληθές ἐστιν, ὅπερ ἦν ἡγούμενον, τὸ δὲ "νὺξ ἔστι" ψεῦδός ἐστιν, ὅπερ ἦν λῆγον. (115) Διόδωρος δὲ ἀληθὲς εἶναί φησι συνημμένον ὅπερ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπ' ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος. ὅπερ μάχεται τῇ Φίλωνος θέσει. τὸ γὰρ τοιοῦτον συνημμένον "εἰ ἡμέρα ἔστιν, ἐγὼ διαλέγομαι" ἡμέρας οὔσης ἐπὶ τοῦ παρόντος κἀμοῦ διαλεγομένου κατὰ μὲν τὸν Φίλωνα ἀληθές ἐστιν, ἐπείπερ ἀπ' ἀληθοῦς ἀρχόμενον τοῦ "ἡμέρα ἔστιν" εἰς ἀληθὲς λήγει τὸ "ἐγὼ διαλέγομαι," κατὰ δὲ τὸν Διόδωρον ψεῦδος. ἐνδέχεται γὰρ ἀπ' ἀληθοῦς ποτὲ ἀρξάμενον τοῦ "ἡμέρα ἔστιν" ἐπὶ ψεῦδος λήγειν τὸ "ἐγὼ διαλέγομαι," ἡσυχάσαντος ἐμοῦ, καὶ ἐνεδέχετο ἀπ' ἀληθοῦς ἀρχόμενον ἐπὶ ψεῦδος λήγειν τὸ "ἐγὼ διαλέγομαι˙" (116) πρὶν γὰρ ἄρξωμαι διαλέγεσθαι, ἀπ' ἀληθοῦς μὲν ἤρχετο τοῦ "ἡμέρα ἔστιν," ἐπὶ ψεῦδος δὲ ἔληγε τὸ "ἐγὼ διαλέγομαι." πάλιν τὸ οὕτως ἔχον "εἰ νὺξ ἔστιν, ἐγὼ διαλέγομαι," ἡμέρας οὔσης καὶ σιωπῶντος ἐμοῦ κατὰ μὲν Φίλωνα ὡσαύτως ἀληθές, ἀπὸ γὰρ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, κατὰ δὲ τὸν Διόδωρον ψεῦδος˙ ἐνδέχεται γὰρ αὐτὸ ἀρξάμενον ἀπ' ἀληθοῦς λῆξαι εἰς ψεῦδος νυκτὸς ἐπελθούσης, καὶ πάλιν ἐμοῦ μὴ διαλεγομένου ἀλλ' ἡσυχάζοντος. (117) ἀλλὰ δὴ καὶ τὸ "εἰ νὺξ ἔστιν, ἡμέρα ἔστιν" ἡμέρας οὔσης κατὰ μὲν Φίλωνα διὰ τοῦτ' ἀληθές, ὅτι ἀπὸ ψεύδους ἀρχόμενον τοῦ "νὺξ ἔστιν" εἰς ἀληθὲς λήγει τὸ "ἡμέρα ἔστιν," κατὰ δὲ Διόδωρον διὰ τοῦτο ψεῦδος, ὅτι ἐνδέχεται νυκτὸς ἐπισχούσης, ἀπ' ἀληθοῦς ἀρχόμενον αὐτὸ τοῦ "νὺξ ἔστιν," ἐπὶ ψεῦδος λήγειν τὸ "ἡμέρα ἔστιν."