II F 19

II F 19 SEXT. EMP. pyrrh. hypot. II 11, 110-11:
ὁ μὲν γὰρ Φίλων φησὶν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, οἷον ἡμέρας οὔσης καὶ ἐμοῦ διαλεγομένου τὸ "εἰ ἡμέρα ἔστιν, ἐγὼ διαλέγομαι", ὁ δὲ Διόδωρος, ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος˙ καθ' ὃν τὸ μὲν εἰρημένον συνημμένον ψεῦδος εἶναι δοκεῖ, ἐπεὶ ἡμέρας μὲν οὔσης ἐμοῦ δὲ σιωπήσαντος ἀπὸ ἀληθοῦς ἀρξάμενον ἐπὶ ψεῦδος καταλήξει, ἐκεῖνο δὲ ἀληθές "εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα, ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα." ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ "οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα" εἰς ἀληθὲς καταλήξει κατ' αὐτὸν τὸ "ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα."