I B 17

I B 17 ARISTOT. eth. eudem. Η 1. 1235 a 35-b 2:
τοῖς δὲ τὸ χρήσιμον δοκεῖ φίλον εἶναι μόνον. σημεῖον δ' ὅτι καὶ διώκουσι ταῦτα πάντες, τὰ δὲ ἄχρηστα καὶ αὐτοὶ αὑτῶν ἀποβάλλουσιν˙ ὥσπερ Σωκράτης ὁ γέρων ἔλεγε τὸν πτύελον καὶ τὰς τρίχας καὶ τοὺς ὄνυχας παραβάλλων, καὶ τὰ μόρια ὅτι ῥιπτοῦμεν τὰ ἄχρηστα, καὶ τέλος τὸ σῶμα, ὅταν ἀποθάνῃ˙ ἄχρηστος γὰρ ὁ νεκρός. οἷς δὲ χρήσιμον, φυλάττουσιν, ὥσπερ ἐν Αἰγύπτῳ.