II F 16

II F 16 SEXT. EMP. pyrrh. hypot. III 10, 71:
ἕτι κἀκεῖνο λεκτέον. εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστιν. οὔτε δὲ ἐν ᾧ ἔστιν˙ μένει γὰρ ἐν αὐτῷ, εἴπερ ἐν αὐτῷ ἔστιν. οὔτε ἐν ᾧ μὴ ἔστιν˙ ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὐδὲ δρᾶσαί τι οὐδὲ παθεῖν δύναται. οὐκ ἄρα κινεῖταί τι. οὗτος δὲ ὁ λόγος ἔστι μὴν Διοδώρου τοῦ Κρόνου.