III F 14

DIOG. LAERT. II 136:
φησὶ δ' Ἀντίγονος ὁ Καρύστιος γράψαι αὐτὸν [scil. Menedemum] μηδὲν μηδὲ συντάξαι, ὥστε μηδ' ἐπὶ δόγματός τινος στηρίζειν. ἐν δὲ ταῖς ζητήσεσι, φησίν, ὧδε μάχιμος ἦν ὥσθ' ὑπώπια φέρων ἀπῄει. ὅμως δ' οὖν τοιοῦτος ἐν τοῖς λόγοις ὑπάρχων ἐν τοῖς ἔργοις πρᾳότατος ἦν. Ἀλεξῖνος [cf. II C 4] γοῦν πολλὰ καταπαίζων καὶ σκληρῶς ἐπισκώπτων, ὅμως αὐτὸν εὖ ἐποίησε τὴν γυναῖκα παραπέμψας ἐκ Δελφῶν ἕως Χαλκίδος, εὐλαβουμένην τὰς κλωπείας τε καὶ τὰς καθ' ὁδὸν λῃστείας. [ = ANTIGON. CARYST. p. 98 Wil.]
PLUTARCH. de vitios. pud. 18 p. 536 B:
ἀλλὰ Μενέδημος τοὐναντίον [cf. II C 6], ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις "ἐγὼ δ'" εἶπεν "ἀεὶ ψέγω Ἀλεξῖνον˙ ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν ἢ ὑπὸ χρηστοῦ ψεγόμενος." οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς [cf. V A 94] παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι [αὐτούς]˙ τοῦτο δ' ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδ' ἀντικολακεύειν τοὺς ἐπαινοῦντας.