II F 14

II F 14 SEXT. EMP. adv. math. X 112-118:
ταῦτα μὲν οὖν πρὸς τὰ ἀντιλεγόμενα τῷ ὑπὸ Διοδώρου κομισθέντι λόγῳ ἀναγκαῖον ἦν εἰπεῖν. κομίζει δὲ καὶ ἄλλους τινὰς λόγους οὐχ οὕτως ἐμβριθεῖς, ἀλλὰ σοφιστικωτέρους, ὧν τὴν ἔκθεσιν ποιησόμεθα εἰς τὸ δύνασθαι κατὰ τὰς ζητήσεις ἕκαστον αὐτῶν ἐκκλίνειν. εὐθέως γάρ, φησί, τὸ κινούμενον ἐν τόπῳ ἔστιν, τὸ δὲ ἐν τόπῳ ὂν οὐ κινεῖται˙ τὸ ἄρα κινούμενον οὐ κινεῖται. (113) διττῆς δὲ οὔσης κινήσεως, μιᾶς μὲν τῆς κατ' ἐπικράτειαν, δευτέρας δὲ τῆς κατ' εἰλικρίνειαν, καὶ κατ' ἐπικράτειαν μὲν ὑπαρχούσης ἐφ' ἧς τῶν πλειόνων κινουμένων μερῶν τοῦ σώματος ὀλίγα ἠρεμεῖ, κατ' εἰλικρίνειαν δὲ ἐφ' ἧς πάντα κινεῖται τὰ τοῦ σώματος μέρη, δοκεῖ τούτων τῶν δυεῖν κινήσεων ἡ κατ' ἐπικράτειαν προηγεῖσθαι τῆς κατ' εἰλικρίνειαν. (114) ἵνα γάρ τι εἰλικρινῶς κινηθῇ, τουτέστιν ὅλον δι' ὅλου, πρότερον ὀφείλει νοεῖθαι κατ' ἐπικράτειαν κινούμενον, ὃν τρόπον ἵνα τις κατ' εἰλικρίνειαν γένηται πολιός, ὀφείλει κατ' ἐπικράτειαν πεπολιῶσθαι, καὶ ἵνα τις κατ' εἰλικρίνειαν ληφθῇ σωρός, ὀφείλει κατ' ἐπικράτειαν γεγονέναι σωρός˙ κατὰ τὸν ὅμοιον τρόπον ἡγεῖσθαι δεῖ τῆς κατ' εἰλικρίνειαν κινήσεως τὴν κατ' ἐπικράτειαν˙ ἐπίτασις γὰρ τῆς κατ' ἐπικράτειάν ἐστιν ἡ κατ' εἰλικρίνειαν. (115) οὐχὶ δέ γε ἔστι τις κατ' ἐπικράτειαν κίνησις, ὡς παραστήσομεν˙ τοίνυν οὐδ' ἡ κατ' εἰλικρίνειαν γενήσεται. ὑποκείσθω γὰρ ἐκ τριῶν ἀμερῶν συνεστὼς σῶμα, δυεῖν μὲν κινουμένων ἑνὸς δὲ ἀκινητίζοντος˙ τοῦτο γὰρ ἡ κατ' ἐπικράτειαν ἀπαιτεῖ κίνησις. (116) οὐκοῦν εἰ προσθείημεν τέταρτον ἀμερὲς ἀκινητίζον τούτῳ τῷ σώματι, πάλιν γενήσεται κίνησις. εἴπερ γὰρ τὸ ἐκ τριῶν ἀμερῶν συγκείμενον σῶμα, δυεῖν μὲν κινουμένων, ἑνὸς δὲ ἀκινητίζοντος, κινεῖται, καὶ τετάρτου προστεθέντος ἀμεροῦς κινήσεται˙ ἰσχυρότερα γὰρ τὰ τρί' ἀμερῆ, μεθ' ὧν πρότερον ἐκινεῖτο, τοῦ προστεθέντος ἑνὸς ἀμεροῦς. ἀλλ' εἴπερ τὸ ἐκ τεσσάρων ἀμερῶν συγκείμενον σῶμα κινεῖται, κινήσεται καὶ τὸ ἐκ πέντε˙ ἰσχυρότερα γάρ ἐστι τὰ τέσσαρ' ἀμερῆ, μεθ' ὧν πρότερον ἐκινεῖτο, τοῦ προστεθέντος ἀμεροῦς. (117) καὶ εἰ τὸ ἐκ τῶν πέντε συγκείμενον κινεῖται, πάντως καὶ ἕκτου προσελθόντος ἀμεροῦς κινήσεται, ἰσχυροτέρων ὄντων τῶν πέντε παρὰ τὸ ἕν. καὶ οὕτω μέχρι μυρίων ἀμερῶν προέρχεται ὁ Διόδωρος δεικνύς, ὅτι ἀνυπόστατός ἐστιν ἡ κατ' ἐπικράτειαν κίνησιν˙ ἄτοπον γάρ, φησί, τὸ λέγειν κατ' ἐπικράτειαν κινεῖσθαι σῶμα ἐφ' οὗ ἐνακισχίλια ἐνακόσια ἐνενήκοντα ὀκτὼ ἀκινητίζει ἀμερῆ καὶ δύο μόνον κινεῖται. ὥστε οὐδὲν κατ' ἐπικράτειαν κινεῖται. εἰ δὲ τοῦτο, οὐδὲ κατ' εἰλικρίνειαν, ᾧ ἕπεται τὸ μηδὲν κινεῖσθαι. (118) ἀλλὰ γὰρ ἡ μὲν ἐπιχείρησις τοιαύτη πώς ἐστιν, φαίνεται δὲ καὶ σοφιστικὴ καὶ παρακείμενον ἔχουσα τὸν ἔλεγχον˙ ἅμα γὰρ τῇ τοῦ πρώτου ἀμεροῦς προσθέσει οἴχεται ἡ κατ' ἐπικράτειαν κίνησις, δυεῖν κινουμένων ἀμερῶν, δυεῖν δὲ ἀκινητιζόντων. ὅθεν τὰς μὲν τοιαύτας ἐπιχειρήσεις παραιτητέον, κτλ.