II F 13

II F 13 SEXT. EMP. adv. math. X 85-102:
κομίζεται δὲ καὶ ἄλλη τις ἐμβριθὴς ὑπόμνησις εἰς τὸ μὴ εἶναι κίνησιν ὑπὸ Διοδώρου τοῦ Κρόνου, δι' ἧς παρίστησιν, ὅτι κινεῖται μὲν οὐδὲ ἕν, κεκίνηται δέ. καὶ μὴ κινεῖσθαι μέν, τοῦτο ἀκόλουθόν ἐστι ταῖς κατ' αὐτὸν τῶν ἀμερῶν ὑποθέσεσιν. (86) τὸ γὰρ ἀμερὲς σῶμα ὀφείλει ἐν ἀμερεῖ τόπῳ περιέχεσθαι, καὶ διὰ τοῦτο μήτε ἐν αὐτῷ κινεῖται (ἐκπεπλήρωκε γὰρ αὐτόν, δεῖ δὲ τόπον ἔχειν μείζονα τὸ κινησόμενον), μήτε ἐν ᾧ μὴ ἔστιν˙ οὔπω γὰρ ἔστιν ἐν ἐκείνῳ, ἵνα καὶ ἐν αὐτῷ κινηθῇ. ὥστε οὐδὲ κινεῖται. κεκίνηται δὲ κατὰ λόγον˙ τὸ γὰρ πρότερον ἐν τῷδε τῷ τόπῳ θεωρούμενον, τοῦτο ἐν ἑτέρῳ νῦν θεωρεῖται τόπῳ˙ ὅπερ οὐκ ἂν ἐγεγόνει μὴ κινηθέντος αὐτοῦ. οὗτος μὲν οὖν ὁ ἀνὴρ ἐπαρήγειν θελήσας τῷ οἰκείῳ δόγματι ἄτοπόν τι προσήκατο˙ πῶς γὰρ οὐκ ἄτοπον τὸ μηδενὸς κινουμένου λέγειν τι κεκινῆσθαι; οἱ δὲ ἀπὸ τῆς σκέψεως ἐπ' ἴσης καὶ περὶ τοῦ κινεῖσθαι καὶ περὶ τοῦ κεκινῆσθαι ἀποροῦντες οὐδὲν ἄτοπον προσδέξονται, καθάπερ Διόδωρο; προσήκατο. (87) πλὴν οὗτός γε τὸν περιφορητικὸν συνερωτᾷ λόγον εἰς τὸ μὴ κινεῖσθαί τι, λέγων˙ "εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν˙ οὔτε δὲ ἐν ᾧ ἔστι (μένει γὰρ ἐν αὐτῷ), οὔτε ἐν ᾧ μὴ ἔστιν (οὐ γὰρ ἔστιν ἐν αὐτῷ)˙ οὐκ ἄρα κινεῖταί τι." (88) καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ παραμυθία τῶν λημμάτων αὐτοῦ προφανής. [. . . . (90) . .] τοιαύτη μὲν καὶ ἡ τοῦ λόγου παραμυθία˙ ποικίλως δὲ καὶ ὑπὸ πολλῶν ἀντείρηται, ὧν τὰς ἐνστάσεις παρακειμένως ἐκθησόμεθα. (91) καὶ δὴ ἔνιοι μὲν ἀδύνατον εἶναί φασι τῶν συντελεστικῶν ἀληθῶν ὄντων ψευδῆ τυγχάνειν τὰ παρατατικὰ τούτων, ἀλλ' ἀληθῆ καθεστάναι, καὶ ψευδῶν ὄντων ἀναλόγως ψευδῆ. οὗ γὰρ ἔστι τι πέρας, ἔστι κἀκεῖνο, καὶ τοῦ μὴ ὄντος οὐκ ἂν εἴη τι πέρας. εἰ δὲ πέρας ὑπῆρχε τοῦ παρατατικοῦ τὸ συντελεστικόν, ἀνάγκη ἄρα τοῦ συντελεστικοῦ ὄντος, ὃ δὴ πέρας ἐστίν, εἶναι καὶ τὸ παρατατικὸν οὗ τοῦτο πέρας ἐστίν. (92) καὶ ὡς οὐδέν ἐστι τὸ γεγενῆσθαι συντελεστικὸν μὴ ὄντος ἀληθοῦς τοῦ γίνεσθαι παρατατικοῦ, καὶ ὃν τρόπον οὐδέν ἐστι τὸ ἐφθάρθαι συντελεστικὸν μὴ προϋπάρξαντος τοῦ φθείρεσθαι παρατατικοῦ, οὕτως ἀδύνατόν ἐστι, μὴ ὄντος ἀληθοῦς τοῦ κινεῖσθαι παρατατικοῦ, ἀληθὲς εἶναι τὸ κεκινῆσθαι συντελεστικόν. [. . . . .] (97) τοιαῦται μὲν αἱ πρὸς τὸν λόγον ἐνστάσεις, δοκεῖ δὲ Διόδωρος πρὸς τὴν πρώτην εὐθὺς ὑπηντηκέναι διδάσκων, ὅτι ἐνδέχεται τῶν συντελεστικῶν ἀληθῶν ὄντων τὰ τούτων παρατατικὰ ψευδῆ τυγχάνειν. ἔστω γάρ τινα πρὸ ἐνιαυτοῦ γεγαμηκέναι καὶ ἕτερον μετ' ἐνιαυτόν. οὐκοῦν ἐπὶ τούτων τὸ μὲν "οὗτοι ἔγημαν" ἀξίωμα συντελεστικὸν ὂν ἀληθές ἐστιν, τὸ δ' "οὗτοι γαμοῦσι" παρατατικὸν καθεστὼς ψεῦδός ἐστιν˙ ὅτε γὰρ οὗτος ἐγάμει, οὔπω οὗτος ἐγάμει, καὶ ὅτε οὗτος ἐγάμει, οὐκέτι οὗτος ἐγάμει. τότε δ' ἂν ἦν ἀληθὲς ἐπ' αὐτῶν τὸ "οὗτοι γαμοῦσιν", εἰ ὁμόσε ἐγάμουν. δύναται οὖν τοῦ συντελεστικοῦ ἀληθοῦς ὄντος ψεῦδος εἶναι τὸ τούτου παρατατικόν. (98) τοιοῦτο δέ ἐστι καὶ τὸ " Ἑλένη τρεῖς ἔσχεν ἄνδρας" οὔτε γὰρ ὅτε Μενέλαον εἶχεν ἐν Σπάρτῃ ἄνδρα οὔθ' ὅτε Πάριν ἐν Ἰλίῳ, οὔθ' ὅτε θανόντος τούτου Δηιφόβῳ ἐγαμήθη, ἀληθές ἐστι τὸ παρατατικὸν τὸ "τρεῖς ἔχει ἄνδρας," ἀληθοῦς ὄντος τοῦ συντελεστικοῦ τοῦ "τρεῖς ἔσχεν ἄνδρας." (99) σοφίζεται δὲ ἐν τούτοις ὁ Διόδωρος, καὶ παρ' ἀμφιβολίαν βούλεται ἡμᾶς πλανᾶν. [. . . . . .] (100) νὴ Δί', ἀλλ' εἰς τὴν αὐτὴν ὑπόθεσιν καὶ ἑτέραν ὁ Διόδωρος κομίζεται παραμυθίαν, σαφεστέρῳ χρώμενος ὑποδείγματι. (101) βαλλέσθω γάρ, φησί, σφαῖρα εἰς τὸν ὑπερκείμενον ὄροφον. οὐκοῦν ἐν τῷ μεταξὺ τῆς βολῆς χρόνῳ τὸ μὲν παρατατικὸν ἀξίωμα "ἅπτεται ἡ σφαῖρα τῆς ὀροφῆς" ψεῦδός ἐστιν˙ ἔτι γὰρ ἐπιφέρεται. ὅταν δὲ ἅψηται τῆς ὀροφῆς, γίνεται ἀληθὲς τὸ συντελεστικόν, τὸ "ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς." ἐνδέχεται ἄρα ψεύδους ὄντος τοῦ παρατατικοῦ ἀληθὲς ὑπάρχειν τὸ συντελεστικόν, καὶ διὰ τοῦτο μὴ κινεῖσθαι μέν τι παρατατικῶς, κεκινῆσθαι δὲ συντελεστικῶς. μήποτε δὲ κἀνταῦθα πλανᾶται. (102) τὸ γὰρ παρατατικὸν τὸ "ἅπτεται ἡ σφαῖρα τῆς ὀροφῆς" γίνεται ἀληθές, οὐχ ὅτε φέρεται ἐν τῷ μεταξὺ ἀέρι ἡ σφαῖρα, ἀλλ' ὅτε ἄρχεται ἅπτεσθαι τῆς ὀροφῆς. ὅταν δὲ τερματίσασα τὴν ψαῦσιν ὑπονοστήσῃ, τότε καὶ τὸ συντελεστικὸν γίνεται ἀληθές, τὸ "ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς." ἄτοπος οὖν ἐστιν ὁ Διόδωρος τοῦ μὲν κεκινῆσθαι περιεχόμενος ὡς ἀληθοῦς, τοῦ δὲ κινεῖσθαι ἀφιστάμενος ὡς ψεύδους, δέον ἢ ἀμφοτέροις συγκατατίθεσθαι ἢ ἀμφοτέρων ἀφίστασθαι.