VI B 13

SUID. s.v. Χαιρεφῶν (n.159):
τῶν ἄγαν γνωρίμων Σωκράτους ὁ Χαιρεφῶν. οὐδὲν δὲ αὐτοῦ δοκεῖ σῴζεσθαι τῶν συγγραμμάτων. δοκεῖ γὰρ γενέσθαι πάνυ θερμὸς καὶ σφόδρα ἐχθρεῦσαι τἀδελφῷ. καί φησι Ξενοφῶν τὸν Σωκράτην συνάγοντα αὐτοὺς λέγειν, ὡς οὐδὲν ὀφθαλμῶν ὄφελος εἴη, εἰ μὴ συμφωνοῖεν, οὐδὲ χειρῶν οὐδὲ ποδῶν. δήμου δὲ ἦν Χαιρεφῶν Σφήττιος. (n.160): ἐπὶ τῶν ὠχρῶν καὶ ἰσχνῶν. καὶ παροιμία˙ οὐδὲν διοίσεις Χαιρεφῶντος. ἅτε σοφίᾳ συντετηκώς. ὅθεν καὶ Νυκτερὶς ἐκαλεῖτο. cf. APOSTOL. XVIII [ = I C 406].