II F 9

II F 9 ALEX. in Aristot. de sensu p. 122, 21-23:
εἰ δὲ μήτε ἐλάχιστόν τί ἐστιν αἰσθητὸν τῇ αὑτοῦ φύσει μήτε μέγιστον ἀνεπαίσθητον, οὐδ' ἂν ἐλάχιστόν τι ὂν τῇ αὑτοῦ φύσει μέγεθος δεικνύοιτο, ὡς οἴεται ὁ Διόδωρος δεικνύναι.
SIMPLIC. in Aristot. phys. p. 926, 19-21:
ἀμερῆ δὲ καὶ τὰ νῦν καὶ αἱ μονάδες, ὥστε καὶ εἰ σώματά τινες ἀμερῆ λέγοιεν, ὡς Διόδωρος οἴεται δεικνύναι, καὶ ἐπ' ἐκείνων τὰ αὐτὰ ῥηθήσεται.
ALEX. in Aristot. de sensu p. 172, 28-173, 10:
ἔοικε δὲ διὰ τούτων τὸν περὶ τῶν ἀμερῶν λόγον ἐρωτώμενον εἴτε ὑπὸ Διοδώρου εἴτε καὶ ὑπ' ἄλλου τινὸς αὐτὸς ἠρωτηκέναι τε πρῶτος καὶ κεχρῆσθαι αὐτῷ. ἀλλ' οὗτος μὲν εὑρὼν ἐχρήσατο αὐτῷ ὑγιῶς, οἱ δὲ μέγα ἐπ' αὐτῷ φρονοῦντες ἔλαβον μὲν αὐτὸν παρὰ τούτου, ἐχρήσαντο δὲ αὐτῷ οὐ δεόντως. ὁ μὲν γὰρ ἔδειξε δι' αὐτοῦ 〈τὸ〉 πρὸς αἴσθησιν γινόμενον ἀμερὲς οὐκ ὂν ἀδύνατον, ἀλλ' ὂν ἐν τῇ φύσει καὶ ἐν τοῖς πράγμασιν, [ἀλλ'] ὡς μηδὲν ὂν ἀμερὲς αἰσθητὸν τῷ μηδὲ τὸ μεταξὺ τοῦ τε ἐσχάτου αἰσθητοῦ καὶ τοῦ πρώτου ἀναισθήτου δύνασθαί τι εἶναι διάστημα ἀμερὲς ὄν˙ οὗτος γὰρ ὁ τὰ συνεχῆ συνέχων ὅρος, σώματος δὲ μέρος ἢ αἰσθητοῦ ἢ ἀναισθήτου ἀδύνατον εἶναι ἀμερές, ἐφ' οὗ αὐτῷ ἐχρήσαντο οἱ παραλογιζόμενοι, εἴγε τὸ τοῦ σώματος μέρος σῶμα. διὸ οὐδὲ οἷόν τε ἐπ' ἐκείνων ἢ μέγιστον ἀνεπαίσθητον ἢ ἐλάχιστον αἰσθητὸν τῇ αὑτοῦ φύσει, τῷ δεῖν μὲν * * * ἀμερὲς εἶναι, ἀλλὰ πᾶν 〈μέγεθος ἐπ'〉 ἄπειρον εἶναι διαιρετόν.