I B 7

ARISTOT. περὶ εὐγενείας fr. 3 Ross [ = 92 Rose]:
a)
DIOG. LAERT. II 26:
φησὶ δ' Ἀριστοτέλης δύο γυναῖκας αὐτὸν [scil. Socratem] ἀγαγέσθαι, προτέραν μὲν Ξανθίππην, ἐξ ἧς αὐτῷ γενέσθαι Λαμπροκλέα˙ δευτέραν δὲ Μυρτώ, τὴν Ἀριστείδου τοῦ δικαίου θυγατέρα, ἣν καὶ ἄπροικον λαβεῖν, ἐξ ἧς γενέσθαι Σωφρονίσκον καὶ Μενέξενον. b)
PLUTARCH. vit. Aristid. 27,3 p. 335 C-D:
Δημήτριος δ' ὁ Φαληρεὺς [cf. I B 54] καὶ Ἱερώνυμος ὁ Ῥόδιος [fr. 43 Wehrli] καὶ Ἀριστόξενος ὁ μουσικὸς [cf. I B 49] καὶ Ἀριστοτέλης, εἰ δὴ γε τὸ Περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον, ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σωκράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην δ' ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων ἐνδεομένην. c)
ATHEN. XIII, p. 556 A:
ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ' ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου, οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν, ἀλλὰ τοῦ τρίτου ἀπ' ἐκείνου. εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς [cf. I B 52], Σάτυρος ὁ περιπατητικός, [cf. fr. 15 F.H.G. III p. 163] Ἀριστόξενος [cf. I B 48], οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῷ Περὶ εὐγενείας.