ZWEIFELHAFTES
31 B 154 PLUT. de esu carn. I 2 p. 993 C. [I 371. 10 App.] [vielleicht aus Poseidonios vgl. Schmekel Mittelstoa S. 2884] ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι πᾶς εἶναι τὴν ἀπορίαν˙ οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες οὐδ' ἐν περιουσίαι τῶν ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτ' ἦλθον, ἀλλ' εἴποιεν ἂν αἴσθησιν ἐν τῶι παρόντι καὶ [I 371. 15 App.] φωνὴν λαβόντες˙ ὦ μακάριοι καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς, οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν, ὅσα τρυγᾶται, ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν. ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ἀπὸ τῆς [I 371. 20 App.] πρώτης γενέσεως ἀπορίαν˙ ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀὴρ καὶ ἄστρα, θολερῶι καὶ δυσδιαστατοῦντι πεφυρμένος ὑγρῶι καὶ πυρὶ καὶ ζάλαις ἀνέμων. 'οὔπω δ' ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον ἔχων δρόμον, ἠῶ

καὶ δύσιν ἔκρινεν, περὶ δ() ἤγαγεν αὖθις ὀπίσσω
[I 372. 1 App.] καρποφόροισιν ἐπιστέψας καλυκοστεφάνοισιν
Ὥραις, γῆ δ' ὕβριστο'

ποταμῶν ἐκβολαῖς ἀτάκτοις καὶ πολλὰ λίμναισιν ἄμορφα καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο˙ φορᾶς δὲ ἡμέρων καρπῶν καὶ τέχνης [I372. 5 App.] ὄργανον οὐδὲν 〈ἦν〉 οὐδὲ μηχανὴ σοφίας˙ ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδὲ ὥρας ἐτησίους σπόρος 〈πυρ〉ῶν τότ' ἀνέμενε. τί θαυμαστόν, εἰ ζώιων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτ' ἰλὺς ἠσθίετο καὶ 'φλοιὸς ἐβρώθη ξύλου' καὶ 'ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ' τινα ῥίζαν εὐτυχὲς ἦν; βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχόρευσαν ὑφ' ἡδονῆς περὶ δρῦν τινα καὶ φηγὸν ζείδωρον [δὲ] καὶ μητέρα [I 372. 10 App.] καὶ τροφὸν ἀποκαλοῦντες. ἐκείνην (994) οὖν ὁ τότε βίος ἑορτὴν ἔγνω, τὰ δ' ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος. ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν οἷς τοσαῦτα περίεστι τῶν ἀναγκαίων; κτλ.